Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.156 Joseph. AJ 20.162 (English) >>Joseph. AJ 20.167

20.160

Τὰ δὲ κατὰ τὴν Ἰουδαίαν πράγματα πρὸς τὸ χεῖρον ἀεὶ τὴν ἐπίδοσιν ἐλάμβανεν· λῃστηρίων γὰρ χώρα πάλιν ἀνεπλήσθη καὶ γοήτων ἀνθρώπων, οἳ τὸν ὄχλον ἠπάτων. 20.161ἀλλὰ τούτους μὲν Φῆλιξ πολλοὺς καθʼ ἑκάστην ἡμέραν σὺν τοῖς λῃσταῖς λαμβάνων ἀνῄρει, καὶ Ἐλεάζαρον δὲ τὸν Διναίου παῖδα τὸν συστησάμενον τῶν λῃστῶν τὸ σύνταγμα διʼ ἐνέδρας εἷλεν ζῶντα· πίστιν γὰρ αὐτῷ προτείνας ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν πείθει πρὸς αὐτὸν ἀφικέσθαι καὶ δήσας ἀνέπεμψεν εἰς Ῥώμην. 20.162ἔχων δὲ καὶ ἀπεχθῶς πρὸς τὸν ἀρχιερέα Ἰωνάθην Φῆλιξ διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ νουθετεῖσθαι περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν πραγμάτων, μὴ καὶ μέμψιν αὐτὸς ὀφλοίη παρὰ τοῖς πλήθεσιν αἰτησάμενος ἐκεῖνον παρὰ τοῦ Καίσαρος πεμφθῆναι τῆς Ἰουδαίας ἐπίτροπον, πρόφασιν ἐπενόει διʼ ἧς μεταστήσεται τὸν συνεχῶς ὀχληρὸν αὐτῷ γινόμενον· βαρὺ γὰρ τοῖς ἀδικεῖν θέλουσιν τὸ συνεχῶς νουθετοῦν. 20.163καὶ δὴ διὰ τοιαύτης αἰτίας Φῆλιξ τὸν πιστότατον τῶν Ἰωνάθου φίλων Ἱεροσολυμίτην τὸ γένος Δωρᾶν ὀνόματι πείθει πολλὰ χρήματα δώσειν ὑπισχνούμενος ἐπαγαγεῖν τῷ Ἰωνάθῃ τοὺς λῃστὰς ἀναιρήσοντας, κἀκεῖνος ὑπακούσας ἐμηχανήσατο διὰ τῶν λῃστῶν πραχθῆναι τοιούτῳ τρόπῳ τὸν φόνον· 20.164ἀνέβησάν τινες αὐτῶν εἰς τὴν πόλιν ὡς προσκυνήσοντες τὸν θεὸν ὑπὸ τὰς ἐσθῆτας ἔχοντες ξιφίδια καὶ συναναμιγέντες τῷ Ἰωνάθῃ κτείνουσιν αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.156 Joseph. AJ 20.162 (English) >>Joseph. AJ 20.167

Powered by PhiloLogic